逐节对照
- Nestle Aland 28 - ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
- 新标点和合本 - 列祖就是他们的祖宗;按肉体说,基督也是从他们出来的。他是在万有之上,永远可称颂的 神。阿们!
- 和合本2010(上帝版-简体) - 列祖是他们的,基督按肉体说也是从他们出来的。愿在万有之上的上帝被称颂,直到永远 。阿们!
- 和合本2010(神版-简体) - 列祖是他们的,基督按肉体说也是从他们出来的。愿在万有之上的 神被称颂,直到永远 。阿们!
- 当代译本 - 蒙拣选的族长是他们的先祖,基督降世为人也是做以色列人。祂是至大至尊,永远当受称颂的上帝。阿们!
- 圣经新译本 - 蒙拣选的列祖也是他们的祖宗;按肉身来说,基督也是出自他们这一族。其实,他是在万有之上,永远受称颂的 神。阿们。
- 中文标准译本 - 祖先也是他们的;照着肉身说,基督也是出自他们的——他是那在万有之上当受颂赞的神,直到永远!阿们。
- 现代标点和合本 - 列祖就是他们的祖宗;按肉体说,基督也是从他们出来的——他是在万有之上永远可称颂的神!阿们。
- 和合本(拼音版) - 列祖就是他们的祖宗,按肉体说,基督也是从他们出来的,他是在万有之上,永远可称颂的上帝。阿们!
- New International Version - Theirs are the patriarchs, and from them is traced the human ancestry of the Messiah, who is God over all, forever praised! Amen.
- New International Reader's Version - The founders of our nation belong to them. The Messiah comes from their family line. He is God over all. May he always be praised! Amen.
- English Standard Version - To them belong the patriarchs, and from their race, according to the flesh, is the Christ, who is God over all, blessed forever. Amen.
- New Living Translation - Abraham, Isaac, and Jacob are their ancestors, and Christ himself was an Israelite as far as his human nature is concerned. And he is God, the one who rules over everything and is worthy of eternal praise! Amen.
- Christian Standard Bible - The ancestors are theirs, and from them, by physical descent, came the Christ, who is God over all, praised forever. Amen.
- New American Standard Bible - whose are the fathers, and from whom is the Christ according to the flesh, who is over all, God blessed forever. Amen.
- New King James Version - of whom are the fathers and from whom, according to the flesh, Christ came, who is over all, the eternally blessed God. Amen.
- Amplified Bible - To them belong the patriarchs, and from them, according to His natural descent, came the Christ (the Messiah, the Anointed), He who is exalted and supreme over all, God blessed forever. Amen.
- American Standard Version - whose are the fathers, and of whom is Christ as concerning the flesh, who is over all, God blessed for ever. Amen.
- King James Version - Whose are the fathers, and of whom as concerning the flesh Christ came, who is over all, God blessed for ever. Amen.
- New English Translation - To them belong the patriarchs, and from them, by human descent, came the Christ, who is God over all, blessed forever! Amen.
- World English Bible - of whom are the fathers, and from whom is Christ as concerning the flesh, who is over all, God, blessed forever. Amen.
- 新標點和合本 - 列祖就是他們的祖宗;按肉體說,基督也是從他們出來的。他是在萬有之上,永遠可稱頌的神。阿們!
- 和合本2010(上帝版-繁體) - 列祖是他們的,基督按肉體說也是從他們出來的。願在萬有之上的上帝被稱頌,直到永遠 。阿們!
- 和合本2010(神版-繁體) - 列祖是他們的,基督按肉體說也是從他們出來的。願在萬有之上的 神被稱頌,直到永遠 。阿們!
- 當代譯本 - 蒙揀選的族長是他們的先祖,基督降世為人也是做以色列人。祂是至大至尊,永遠當受稱頌的上帝。阿們!
- 聖經新譯本 - 蒙揀選的列祖也是他們的祖宗;按肉身來說,基督也是出自他們這一族。其實,他是在萬有之上,永遠受稱頌的 神。阿們。
- 呂振中譯本 - 列祖是他們的;上帝所膏立者基督肉身上也是由他們而出的:那在萬有之上的 上帝是當被祝頌、萬世無窮的。阿們 。
- 中文標準譯本 - 祖先也是他們的;照著肉身說,基督也是出自他們的——他是那在萬有之上當受頌讚的神,直到永遠!阿們。
- 現代標點和合本 - 列祖就是他們的祖宗;按肉體說,基督也是從他們出來的——他是在萬有之上永遠可稱頌的神!阿們。
- 文理和合譯本 - 列祖、其祖也、依形軀言、基督由之而出、即在萬有之上、永世當頌之上帝、阿們、
- 文理委辦譯本 - 列祖其祖、基督其裔、此惟以身論基督耳、實則萬有之上、恆久可頌之上帝、
- 施約瑟淺文理新舊約聖經 - 列祖乃其祖、以身而論、基督由彼而出、即為天主在萬有之上、永遠可頌者也、阿們、
- 吳經熊文理聖詠與新經全集 - 列祖其祖也、依血統而論、即基督亦彼之所出;然而基督者、固萬有共仰、萬世爭誦之造化主也。
- Nueva Versión Internacional - De ellos son los patriarcas, y de ellos, según la naturaleza humana, nació Cristo, quien es Dios sobre todas las cosas. ¡Alabado sea por siempre! Amén.
- 현대인의 성경 - 훌륭한 조상들이 있습니다. 그리고 그들에게서 예수님이 육신을 입고 오셨는데 그분은 온 우주를 다스리시며 길이길이 찬양을 받으실 하나님이십니다. 아멘.
- Новый Русский Перевод - Из этого народа произошли праотцы, от них по человеческой природе происходит Христос – Бог над всеми, благословенный вовеки. Аминь.
- Восточный перевод - Из этого народа произошли наши праотцы, от них по человеческой природе происходит Масих – Бог над всеми, благословенный вовеки. Аминь.
- Восточный перевод, версия с «Аллахом» - Из этого народа произошли наши праотцы, от них по человеческой природе происходит аль-Масих – Бог над всеми, благословенный вовеки. Аминь.
- Восточный перевод, версия для Таджикистана - Из этого народа произошли наши праотцы, от них по человеческой природе происходит Масех – Бог над всеми, благословенный вовеки. Аминь.
- La Bible du Semeur 2015 - à eux les patriarches ! Et c’est d’eux qu’est issu Christ dans son humanité ; il est aussi au-dessus de tout, Dieu béni pour toujours. Amen !
- リビングバイブル - 彼らの先祖には、神を信じる偉大な人物がいます。キリストも、人間としての出生についてだけ言えばユダヤ人であり、彼らの同胞だったのです。このキリストこそ、すべてのものを支配しておられる方で、永遠にほめたたえられる神です。
- unfoldingWord® Greek New Testament - ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν!
- Nova Versão Internacional - Deles são os patriarcas, e a partir deles se traça a linhagem humana de Cristo, que é Deus acima de todos, bendito para sempre! Amém.
- Hoffnung für alle - Abraham, Isaak und Jakob sind ihre Vorfahren, und Christus selbst stammt nach seiner menschlichen Herkunft aus ihrem Volk. Ihm, der Gott ist und über alles regiert, gebühren Lob und Ehre bis in Ewigkeit. Amen.
- Kinh Thánh Hiện Đại - Họ thuộc dòng dõi Áp-ra-ham, Y-sác, và Gia-cốp; về phần xác, Chúa Cứu Thế cũng thuộc dòng dõi ấy. Nhưng Ngài vốn là Đức Chúa Trời, Đấng cai trị mọi vật và đáng được chúc tụng muôn đời! A-men.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - พวกเขามีบรรพชนผู้ยิ่งใหญ่ และเมื่อพระคริสต์ทรงเป็นมนุษย์ พระองค์ก็สืบเชื้อสายมาจากพวกเขา พระคริสต์ผู้ทรงเป็นพระเจ้าเหนือสรรพสิ่งทรงได้รับการสรรเสริญเป็นนิตย์! อาเมน
- พระคัมภีร์ ฉบับแปลใหม่ - ทั้งบรรพบุรุษก็เป็นของพวกเขาด้วย พระคริสต์ได้กำเนิดเป็นมนุษย์โดยสืบเชื้อสายมาจากชนชาติของพวกเขา สรรเสริญพระองค์ผู้เป็นพระเจ้าแห่งสรรพสิ่งตลอดกาล อาเมน
交叉引用
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13 - καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 2:8 - Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:28 - προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:14 - καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:20 - Λέγει ὁ μαρτυρῶν ταῦτα· ναί, ἔρχομαι ταχύ. Ἀμήν, ἔρχου κύριε Ἰησοῦ.
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:16 - ἐπεὶ ἐὰν εὐλογῇς [ἐν] πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ 6:15 - ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 - Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:24 - τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:25 - τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:26 - τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:27 - τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:28 - τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:29 - τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:30 - τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:31 - τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:32 - τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:33 - τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:34 - τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:35 - τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:36 - τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:37 - τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
- ΚΑΤΑ ΛΟΥΚΑΝ 3:38 - τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 11:31 - ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:1 - Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:2 - Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:3 - Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:4 - Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:5 - Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ, Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:6 - Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:7 - Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:8 - Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:9 - Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:10 - Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:11 - Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:12 - Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:13 - Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ, Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:14 - Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:15 - Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:16 - Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:17 - Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:28 - κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:20 - διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:18 - καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1:3 - περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:12 - οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:16 - Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:8 - πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:9 - ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:10 - καί· σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:11 - αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:12 - καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:13 - πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:6 - ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:7 - ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:8 - ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9 - διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:10 - ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:11 - καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:30 - ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ 3:16 - καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.
- ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ 5:20 - οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1:25 - οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:1 - Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:2 - οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:3 - πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 - ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:17 - καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 - καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:19 - ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι