逐节对照
- Nestle Aland 28 - Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
- 新标点和合本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头!何等的殿宇!”
- 和合本2010(上帝版-简体) - 耶稣从圣殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么了不起的石头!多么了不起的建筑!”
- 和合本2010(神版-简体) - 耶稣从圣殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么了不起的石头!多么了不起的建筑!”
- 当代译本 - 耶稣走出圣殿的时候,有一个门徒对祂说:“老师,你看!这是多么大的石头,多么宏伟的建筑啊!”
- 圣经新译本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么美好的石头!多么美好的建筑!”
- 中文标准译本 - 耶稣走出圣殿的时候,他的一个门徒对他说:“老师,你看!多好的石头,多好的建筑啊!”
- 现代标点和合本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头,何等的殿宇!”
- 和合本(拼音版) - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头,何等的殿宇!”
- New International Version - As Jesus was leaving the temple, one of his disciples said to him, “Look, Teacher! What massive stones! What magnificent buildings!”
- New International Reader's Version - Jesus was leaving the temple. One of his disciples said to him, “Look, Teacher! What huge stones! What wonderful buildings!”
- English Standard Version - And as he came out of the temple, one of his disciples said to him, “Look, Teacher, what wonderful stones and what wonderful buildings!”
- New Living Translation - As Jesus was leaving the Temple that day, one of his disciples said, “Teacher, look at these magnificent buildings! Look at the impressive stones in the walls.”
- The Message - As he walked away from the Temple, one of his disciples said, “Teacher, look at that stonework! Those buildings!”
- Christian Standard Bible - As he was going out of the temple, one of his disciples said to him, “Teacher, look! What massive stones! What impressive buildings!”
- New American Standard Bible - As He was going out of the temple, one of His disciples *said to Him, “Teacher, look! What wonderful stones and what wonderful buildings!”
- New King James Version - Then as He went out of the temple, one of His disciples said to Him, “Teacher, see what manner of stones and what buildings are here!”
- Amplified Bible - As He was coming out of the temple [grounds], one of His disciples said to Him, “Teacher, look what wonderful stones and what wonderful buildings!”
- American Standard Version - And as he went forth out of the temple, one of his disciples saith unto him, Teacher, behold, what manner of stones and what manner of buildings!
- King James Version - And as he went out of the temple, one of his disciples saith unto him, Master, see what manner of stones and what buildings are here!
- New English Translation - Now as Jesus was going out of the temple courts, one of his disciples said to him, “Teacher, look at these tremendous stones and buildings!”
- World English Bible - As he went out of the temple, one of his disciples said to him, “Teacher, see what kind of stones and what kind of buildings!”
- 新標點和合本 - 耶穌從殿裏出來的時候,有一個門徒對他說:「夫子,請看,這是何等的石頭!何等的殿宇!」
- 和合本2010(上帝版-繁體) - 耶穌從聖殿裏出來的時候,有一個門徒對他說:「老師,請看,這是多麼了不起的石頭!多麼了不起的建築!」
- 和合本2010(神版-繁體) - 耶穌從聖殿裏出來的時候,有一個門徒對他說:「老師,請看,這是多麼了不起的石頭!多麼了不起的建築!」
- 當代譯本 - 耶穌走出聖殿的時候,有一個門徒對祂說:「老師,你看!這是多麼大的石頭,多麼宏偉的建築啊!」
- 聖經新譯本 - 耶穌從殿裡出來的時候,有一個門徒對他說:“老師,請看,這是多麼美好的石頭!多麼美好的建築!”
- 呂振中譯本 - 耶穌從殿裏出來的時候,他的門徒有一個對他說:『老師請看,何等的石頭,何等的建築啊!』
- 中文標準譯本 - 耶穌走出聖殿的時候,他的一個門徒對他說:「老師,你看!多好的石頭,多好的建築啊!」
- 現代標點和合本 - 耶穌從殿裡出來的時候,有一個門徒對他說:「夫子,請看,這是何等的石頭,何等的殿宇!」
- 文理和合譯本 - 耶穌出殿、其徒之一曰、夫子、試觀斯石若何、殿宇若何、
- 文理委辦譯本 - 耶穌出殿、有一門徒曰、先生、請觀斯宇斯石、一至於此乎、
- 施約瑟淺文理新舊約聖經 - 耶穌出聖殿、有一門徒謂之曰、請觀此石若何、此殿宇又若何、
- 吳經熊文理聖詠與新經全集 - 耶穌出殿、有門徒曰:『夫子、請觀斯宇斯石、不亦美乎!』
- Nueva Versión Internacional - Cuando salía Jesús del templo, le dijo uno de sus discípulos: —¡Mira, Maestro! ¡Qué piedras! ¡Qué edificios!
- 현대인의 성경 - 예수님이 성전에서 나가실 때 한 제자가 “선생님, 이것 좀 보십시오. 굉장한 돌이지요! 얼마나 훌륭한 건물입니까!” 하였다.
- Новый Русский Перевод - Когда Иисус выходил из храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод - Когда Иса выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод, версия с «Аллахом» - Когда Иса выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод, версия для Таджикистана - Когда Исо выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- La Bible du Semeur 2015 - Comme Jésus sortait du Temple, un de ses disciples lui dit : Regarde, Maître, quelles belles pierres ! Quel édifice magnifique !
- リビングバイブル - イエスが宮から出ようとしておられた時、弟子の一人が言いました。「先生。これはまあ、なんと美しい建物でしょう。なんと見事な石でしょう。」
- unfoldingWord® Greek New Testament - καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί!
- Nova Versão Internacional - Quando ele estava saindo do templo, um de seus discípulos lhe disse: “Olha, Mestre! Que pedras enormes! Que construções magníficas!”
- Hoffnung für alle - Als Jesus den Tempel verließ, zeigte einer seiner Jünger begeistert auf die Tempelbauten: »Lehrer, sieh dir diese Steine und diese gewaltigen Bauwerke an!«
- Kinh Thánh Hiện Đại - Khi Chúa Giê-xu bước ra khỏi Đền Thờ, một môn đệ thưa: “Thầy xem, Đền Thờ này thật tráng lệ, trang trí toàn đá quý cả!”
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - ขณะพระเยซูเสด็จออกจากพระวิหาร สาวกคนหนึ่งทูลพระองค์ว่า “ดูสิ พระอาจารย์! หินก้อนมหึมาทั้งนั้น! ช่างเป็นอาคารที่งามตระการตายิ่งนัก!”
- พระคัมภีร์ ฉบับแปลใหม่ - ขณะที่พระเยซูกำลังออกไปจากพระวิหาร สาวกของพระองค์คนหนึ่งพูดกับพระองค์ว่า “อาจารย์ ดูเถิดว่าหินและตึกช่างใหญ่มหึมาอะไรเช่นนี้”
交叉引用
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:5 - Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 - ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:7 - Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 - ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:9 - ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:10 - Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 - σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 - Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:13 - ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 - θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 - ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:16 - παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:17 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:18 - καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:19 - ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:20 - Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:21 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:22 - ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 - οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 - καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 - Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:26 - ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:27 - καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:28 - ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:29 - Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:30 - ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:31 - οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:32 - ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 - ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 - Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 - ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 - ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1 - Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:3 - Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:4 - Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:5 - πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:6 - μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:7 - ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:8 - πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:9 - Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:10 - καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:11 - καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:12 - καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:13 - ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:14 - καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:15 - Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:16 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 - ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 - καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:19 - οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:20 - προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:21 - ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:22 - καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:23 - Τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ χριστός, ἤ· ὧδε, μὴ πιστεύσητε·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:24 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:25 - ἰδοὺ προείρηκα ὑμῖν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:26 - ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:27 - ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:28 - ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:29 - Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:30 - καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:31 - καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως [τῶν] ἄκρων αὐτῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:32 - Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:33 - οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:34 - ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:35 - Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 - Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 - Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 - ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις [ἐκείναις] ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 - καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [καὶ] ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 - Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 - δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 - Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:43 - Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 - διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 - Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 - μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:47 - ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 - ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει μου ὁ κύριος,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 - καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:50 - ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:51 - καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.