mat 26:14 UGNT
逐节对照
交叉引用
  • John 12:4 - λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι,
  • John 6:70 - ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν?
  • John 6:71 - ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου; οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
  • John 18:2 - ᾔδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
  • Acts 1:16 - ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν;
  • Matthew 26:47 - καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
  • Matthew 26:25 - ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, Ῥαββεί? λέγει αὐτῷ, σὺ εἶπας.
  • John 13:30 - λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς; ἦν δὲ νύξ.
  • Matthew 27:3 - τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
  • John 13:2 - καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδοῖ αὐτὸν Ἰούδας, Σίμωνος Ἰσκαριώτης,
  • Mark 14:10 - καὶ Ἰούδας Ἰσκαριὼθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
  • Mark 14:11 - οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
  • Matthew 10:4 - Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν.
  • Luke 22:3 - εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν, τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
  • Luke 22:4 - καὶ ἀπελθὼν, συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς, τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
  • Luke 22:5 - καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
  • Luke 22:6 - καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
逐节对照交叉引用