mat 22:7 UGNT
逐节对照
交叉引用
  • Luke 21:21 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη; καὶ οἱ ἐν μέσῳ αὐτῆς, ἐκχωρείτωσαν; καὶ οἱ ἐν ταῖς χώραις, μὴ εἰσερχέσθωσαν εἰς αὐτήν;
  • Luke 21:24 - καὶ πεσοῦνται στόματι μαχαίρης, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα; καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
  • Luke 19:42 - λέγων, ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ σὺ, τὰ πρὸς εἰρήνην; νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
  • Luke 19:43 - ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσίν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
  • Luke 19:44 - καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
  • 1 Thessalonians 2:16 - κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
  • Matthew 21:40 - ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις?
  • Matthew 21:41 - λέγουσιν αὐτῷ, κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
  • 1 Peter 4:17 - ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ; εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ?
  • 1 Peter 4:18 - καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται?
  • Luke 19:27 - πλὴν τοὺς ἐχθρούς μου τούτους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
逐节对照交叉引用