Brand Logo
  • 圣经
  • 资源
  • 计划
  • 联系我们
  • APP下载
  • 圣经
  • 搜索
  • 原文研究
  • 逐节对照
我的
跟随系统浅色深色简体中文香港繁體台灣繁體English
奉献
书卷章

旧约

    新约

    • MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
    • McΚΑΤΑ ΜΑΡΚΟΝ
    • LΚΑΤΑ ΛΟΥΚΑΝ
    • JΚΑΤΑ ΙΩΑΝΝΗΝ
    • ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
    • RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
    • 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
    • 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
    • GΠΡΟΣ ΓΑΛΑΤΑΣ
    • EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
    • PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
    • KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
    • 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
    • 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
    • 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
    • 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
    • TtΠΡΟΣ ΤΙΤΟΝ
    • PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
    • HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
    • JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
    • 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
    • 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
    • 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
    • 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
    • 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
    • JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
    • ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • 13

    圣经版本

      播放版本对照
      设置
      显示节号
      显示标题
      显示脚注
      逐节分段
      1Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
      2εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
      3πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
      4συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;
      5Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
      6διεμαρτύρατο δέ πού τις λέγων·
      τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ,
      ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
      7ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους,
      δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
      8πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
      ἐν τῷ γὰρ ὑποτάξαι [αὐτῷ] τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
      9τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
      10Ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
      11ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
      12λέγων·
      ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
      ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε,
      13καὶ πάλιν·
      ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ,
      καὶ πάλιν·
      ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
      14Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστιν τὸν διάβολον,
      15καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
      16οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
      17ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεὸν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
      18ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

      Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.

      © 2013-2025 WeDevote Bible
      隐私政策使用条款反馈捐赠
      圣经
      资源
      计划
      奉献