旧约
新约
- MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
- McΚΑΤΑ ΜΑΡΚΟΝ
- LΚΑΤΑ ΛΟΥΚΑΝ
- JΚΑΤΑ ΙΩΑΝΝΗΝ
- ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
- RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
- 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
- 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
- GΠΡΟΣ ΓΑΛΑΤΑΣ
- EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
- PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
- KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
- 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
- 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
- 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
- 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
- TtΠΡΟΣ ΤΙΤΟΝ
- PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
- HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
- JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
- 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
- 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
- 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
- 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
- 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
- JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
- ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
圣经版本
设置
显示节号
显示标题
显示脚注
逐节分段
1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολὴν ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν
2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος.
3τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
4καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως.
5λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ
6δι’ ὃν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10Ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα οὐχ εὑρεθήσεται.
11Τούτων οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις
12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται.
13καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ
15καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
16ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων ἐν αἷς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλώσουσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.